Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.254 Joseph. AJ 5.260 (English) >>Joseph. AJ 5.264

5.257

Ἀμμανιτῶν δʼ ἐστρατευκότων ἐπὶ τὴν Γαλαδηνὴν ὑπήντων οἱ ἐπιχώριοι πρὸς τὸ ὄρος δεόμενοι τοῦ στρατηγήσοντος. ἦν δέ τις Ἰαφθᾶς ἀνὴρ διὰ τὴν πατρῴαν ἀρετὴν δυνατὸς καὶ διʼ οἰκείαν αὐτοῦ στρατιὰν ἣν ἔτρεφεν αὐτὸς μισθοφόρων. 5.258πρὸς τοῦτον οὖν πέμψαντες ἠξίουν αὐτὸν συμμαχεῖν ἐπαγγελλόμενοι παρασχεῖν εἰς ἅπαντʼ αὐτῷ τὸν χρόνον τὴν ἰδίαν ἡγεμονίαν. δʼ οὐ προσίεται τὴν παράκλησιν αὐτῶν ἐγκαλῶν, ὅτι μὴ βοηθήσειαν αὐτῷ ὑπὸ τῶν ἀδελφῶν ἀδικουμένῳ περιφανῶς· 5.259οὐ γὰρ ὄντα ὁμομήτριον αὐτοῖς ἀλλὰ ξένον περὶ τὴν μητέρα διʼ ἐρωτικὴν ἐπιθυμίαν ἐπαχθεῖσαν αὐτοῖς ὑπὸ τοῦ πατρὸς ἐξέβαλον καταφρονήσαντες τῆς αὐτοῦ ἀσθενείας. 5.260καὶ μὲν διέτριβεν ἐν τῇ Γαλαδίτιδι καλουμένῃ χώρᾳ πάντας τοὺς ὁποθενοῦν παραγινομένους πρὸς αὐτὸν ἐπὶ μισθῷ δεχόμενος. ἐκλιπαρησάντων δʼ αὐτῶν καὶ ὀμοσάντων εἰς ἀεὶ παρέξειν αὐτῷ τὴν ἡγεμονίαν ἐστράτευε. 5.261

Καὶ ποιησάμενος ὀξεῖαν τὴν τῶν πραγμάτων ἐπιμέλειαν ἐν πόλει Μασφαθῇ καθίσας τὸν στρατὸν πρεσβείαν πέμπει παρὰ τὸν Ἀμμανίτην αἰτιώμενος τῆς ἁλώσεως. δὲ ἀντιπέμψας ᾐτιᾶτο τῶν Ἰσραηλιτῶν τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου καὶ τῆς Ἀμορραίας αὐτοὺς ἠξίου παραχωρεῖν ὡς πατρῴας οὔσης ἀρχῆθεν. 5.262ἀποκρινάμενος δὲ Ἰαφθᾶς, ὡς οὔτε τῆς Ἀμορραίας τοῖς προγόνοις αὐτῶν εὐλόγως ἐγκαλοῦσι χάριν τε μᾶλλον τῆς Ἀμμανίτιδος αὐτοῖς ἔχειν ὀφείλουσι παρεθείσης, δυνατὸν γὰρ Μωυσεῖ καὶ ταύτην λαβεῖν παραχωρεῖν τε ἰδίας εἰπὼν γῆς, ἣν θεοῦ κατακτησαμένου μετὰ τριακόσια ἔτη νέμονται, μάχεσθαι πρὸς αὐτοὺς ἔφησεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.254 Joseph. AJ 5.260 (English) >>Joseph. AJ 5.264

Powered by PhiloLogic